Ψαλμοί του προφήτου και Βασιλέως Δαυίδ

061 - 070

 

Ψαλμός ΞΑ΄.61

 

Ουχί τω Θεώ υποταγήσεται η ψυχή μου; παρ΄αυτώ γαρ το σωτήριον μου. Και γαρ αυτός Θεός μου και σωτήρ μου και αντιλήπτωρ μου· ου μη σαλευθώ επί πλείον. ΄Εως πότε επιτίθεσθε επ΄άνθρωπον; φονεύετε πάντες υμείς, ως τοίχω κεκλιμένω και φραγμώ ωσμένω;  Πλην την τιμήν μου εβουλεύσαντο απώσασθαι· έδραμον εν δίψη· τω στόματι αυτών ευλόγουν και τη καρδία αυτών κατηρώντο. Πλην τω Θεώ υποτάγηθι η ψυχή μου, ότι παρ΄αυτώ η υπομονή μου. Ότι αυτός Θεός μου και σωτήρ μου, αντιλήπτωρ μου· ου μη μεταναστεύσω. Επί τω Θεώ το σωτήριον μου και η δόξα μου· ο Θεός της βοηθείας μου και η ελπίς μου επί τω Θεώ. Ελπίσατε επ΄αυτόν πάσα συναγωγή λαών, εκχέετε ενώπιον αυτού τας καρδίας υμών, ότι ο Θεός βοηθός ημών. Πλην μάταιοι οι υιοί των ανθρώπων, ψευδείς οι υιοί των ανθρώπων εν ζυγοίς του αδικήσαι· αυτοί εκ ματαιότητος επί το αυτό. Μη ελπίζετε επ΄αδικίαν και επί άρπαγμα μη επιποθείτε· πλούτος εάν ρέη, μη προστίθεσθε καρδίαν. Άπαξ ελάλησεν ο Θεός· δύο ταύτα ήκουσα, ότι το κράτος του Θεού και σου Κύριε, το έλεος· ότι συ αποδώσεις εκάστω κατά τα έργα αυτού.

 

Ψαλμός ΞΒ΄.62

 

Ο Θεός, ο Θεός μου, προς σε ορθρίζω· εδίψησε σε η ψυχή μου, ποσαπλώς σοι η σαρξ μου εν γη ερήμω και αβάτω και ανύδρω. Ούτως εν τω αγίω ώφθην σοι, του ιδείν την δύναμιν σου και την δόξαν σου. Ότι κρείσσον το έλεος σου υπέρ ζωάς· τα χείλη μου επαινέσουσι σε. Ούτως ευλογήσω σε εν τη ζωή μου· και εν τω ονόματι σου αρώ τας χείρας μου. Ως εκ στέατος και πιότητος εμπλησθείη η ψυχή μου· και χείλη αγαλλιάσεως αινέσει το στόμα μου. Ει εμνημόνευον σου επί της στρωμνής μου, εν τοις όρθροις εμελέτων εις σε. Ότι εγενήθης βοηθός μου και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι. Εκολλήθη η ψυχή μου οπίσω σου· εμού δε αντελάβετο η δεξιά σου. Αυτοί δε εις μάτην εζήτησαν την ψυχήν μου, εισελεύσονται εις τα κατώτατα της γης, παραδοθήσονται εις χείρας ρομφαίας· μερίδες αλωπέκων έσονται. Ο δε βασιλεύς ευφρανθήσεται επί τω Θεώ· επαινεθήσεται πας ο ομνύων εν αυτώ· ότι  ενεφράγη στόμα λαλούντων άδικα.

 

Ψαλμός ΞΓ΄. 63

 

Εισάκουσον ο Θεός, της προσευχής μου, εν τω δέεσθαι με προς σε· από φόβου εχθρού εξελού την ψυχήν μου. Σκέπασον με από συστροφής πονηρευομένων, από πλήθους εργαζομένων αδικίαν. Οίτινες ηκόνησαν ως ρομφαίαν τας γλώσσας αυτών, ενέτειναν τόξον αυτών, πράγμα πικρόν. Του κατατοξεύσαι εν αποκρύφοις άμωμον· εξάπινα κατατοξεύσουσιν αυτόν και ου φοβηθήσονται. Εκραταίωσαν εαυτοίς λόγον πονηρόν· διηγήσαντο του κρύψαι παγίδα· είπον· Τίς όψεται αυτούς; Εξηρεύνησαν ανομίαν, εξέλιπον εξερευνώντες εξερευνήσεις. Προσελεύσεται άνθρωπος και καρδία βαθεία· και υψωθήσεται ο Θεός. Βέλος νηπίων εγενήθησαν αι πληγαί αυτών· και εξησθένησαν επ΄ αυτούς αι γλώσσαι αυτών. Εταράχθησαν πάντες οι θεωρούντες αυτούς· και εφοβήθη πας άνθρωπος. Και ανήγγειλαν τα έργα του Θεού και τα ποιήματα αυτού συνήκαν. Ευφρανθήσεται δίκαιος εν τω Κυρίω και ελπιεί επ΄αυτόν· και επαινεθήσονται πάντες οι ευθείς τη καρδία.

 

Δόξα.... Και νυν.... Αλληλούια.

 

Ψαλμός ΞΔ΄.64

 

Σοι πρέπει ύμνος, ο Θεός, εν Σιών και σοι αποδοθήσεται ευχή εν Ιερουσαλήμ. Εισάκουσον προσευχής μου, προς σε πάσα σαρξ ήξει. Λόγοι ανόμων υπερεδυνάμωσαν ημάς και τας ασεβείας ημών συ ιλάση. Μακάριος, ον εξελέξω και προσελάβου, κατασκηνώσει εν ταις αυλαίς σου. Πλησθησόμεθα εν τοις αγαθοίς του οίκου σου· άγιος ο ναός σου, θαυμαστός  εν δικαιοσύνη. Επάκουσον ημών, ο Θεός, ο σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν. Ετοιμάζων όρη εν τη ισχύϊ αυτού, περιεζωσμένος εν δυναστεία, ο συνταράσσων το κύτος της θαλάσσης· ήχους κυμάτων αυτής τίς υποστήσεται; Ταραχθήσονται τα έθνη και φοβηθήσονται οι κατοικούντες τα πέρατα από των σημείων σου· εξόδους πρωίας και εσπέρας τέρψεις. Επεσκέψω την γην και εμέθυσας αυτήν, επλήθυνας του πλουτίσαι αυτήν. Ο ποταμός του Θεού επληρώθη υδάτων· ητοίμασας την τροφήν αυτών, ότι ούτως η ετοιμασία. Τους αύλακας αυτής μέθυσον, πλήθυνον τα γεννήματα αυτής· εν ταις σταγόσιν αυτής ευφρανθήσεται ανατέλλουσα. Ευλογήσεις τον στέφανον του ενιαυτού της χρηστότητος σου και τα πεδία σου πλησθήσονται πιότητος. Πιανθήσονται τα όρη της ερήμου και αγαλλίασιν οι βουνοί περιζώσονται. Ενεδύσαντο οι κριοί των προβάτων και αι κοιλάδες πληθυνούσι σίτον· κεκράξονται και γαρ υμνήσουσι.

 

Ψαλμός ΞΕ΄.65

 

Αλαλάξατε τω Κυρίω πάσα η γη. Ψάλατε δη τω ονόματι αυτού, δότε δόξαν εν αινέσει αυτού. Είπατε τω Θεώ· Ως φοβερά τα έργα σου! εν τω πλήθει της δυνάμεως σου ψεύσονται σε οι εχθροί σου. Πάσα η γη προσκυνησάτωσαν σοι και ψαλάτωσαν σοι· ψαλάτωσαν δη τω ονόματι σου, Ύψιστε. Δεύτε και ίδετε τα έργα του Θεού, ως φοβερός εν βουλαίς, υπέρ τους υιούς των ανθρώπων. Ο μεταστρέφων την θάλασσαν εις ξηράν· εν ποταμώ διελεύσονται ποδί· εκεί ευφρανθησόμεθα επ΄αυτώ. Τω δεσπόζοντι εν τη δυναστεία αυτού του αιώνος· οι οφθαλμοί αυτού επί τα έθνη επιβλέπουσιν· οι παραπικραίνοντες μη υψούσθωσαν εν εαυτοίς. Ευλογείτε, έθνη, τον Θεόν ημών και ακουτίσασθε την φωνήν της αινέσεως αυτού, του θεμένου την ψυχήν μου εις ζωήν και μη δόντος εις σάλον τους πόδας μου. Ότι εδοκίμασας ημάς, ο Θεός· επύρωσας ημάς ως πυρούται το αργύριον. Εισήγαγες ημάς εις την παγίδαR έθου θλίψεις επί τον νώτον ημών. Επεβίβασας ανθρώπους επί τας κεφαλάς ημών· διήλθομεν δια πυρός και ύδατος και εξήγαγες ημάς εις αναψυχήν. Εισελεύσομαι εις τον οίκον σου εν ολοκαυτώματι· αποδώσω σοι τας ευχάς μου, ας διέστειλε τα χείλη μου και ελάλησε το στόμα μου εν τη θλίψει μου. Ολοκαυτώματα μεμυελωμένα ανοίσω σοι μετά θυμιάματος  και κριών· ανοίσω σοι βόας μετά χιμάρων. Δεύτε, ακούσατε και διηγήσομαι υμίν, πάντες οι φοβούμενοι τον Θεόν, όσα εποίησε τη ψυχή μου. Προς αυτόν τω στόματι μου εκέκραξα και ύψωσα υπό την γλώσσαν μου. Αδικίαν ει εθεώρουν εν καρδία μου, μη εισακουσάτω μου Κύριος. Δια τούτο εισήκουσε μου ο Θεός, προσέσχε τη φωνή της δεήσεως μου. Ευλογητός ο Θεός, ος ούκ απέστησε την προσευχήν μου και το έλεος αυτού απ΄εμού.

 

Ψαλμός ΞΣΤ΄.66

 

Ο Θεός οικτειρήσαι ημάς και ευλογήσαι ημάς· επιφάναι το πρόσωπον αυτού εφ΄ημάς και ελεήσαι ημάς. Του γνώναι εν τη γη την οδόν σου, εν πάσιν έθνεσι το σωτήριον σου. Εξομολογησάσθωσαν σοι λαοί, ο Θεός· εξομολογησάσθωσαν οι λαοί πάντες. Ευφρανθήτωσαν και αγαλλιάσθωσαν έθνη, ότι κρινείς λαούς εν ευθύτητι και έθνη εν τη γη οδηγήσεις. Εξομολογησάσθωσαν σοι λαοί, ο Θεός· εξομολογησάσθωσαν σοι λαοί πάντες. Γη έδωκε τον καρπόν αυτής· ευλογήσαι ημάς ο Θεός, ο Θεός ημών. Ευλογήσαι ημάς ο Θεός· και φοβηθήτωσαν αυτόν πάντα τα πέρατα της γης.

 

Δόξα.... Και νυν.... Αλληλούια.

 

Ψαλμός ΞΖ΄.67

 

Αναστήτω ο Θεός και διασκορπισθήτωσαν οι εχθροί αυτού και φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν. Ως εκλείπει καπνός, εκλειπέτωσαν· ως τήκεται κηρός από προσώπου πυρός, ούτως απολούνται οι αμαρτωλοί από προσώπου του Θεού. Και οι δίκαιοι ευφρανθήτωσαν· αγαλλιάσθωσαν ενώπιον του Θεού, τερφθήτωσαν εν ευφροσύνη. ΄Ασατε τω Θεώ, ψάλατε τω ονόματι αυτού, ωδοποιήσατε τω επιβεβηκότι επί δυσμών· Κύριος όνομα αυτώ· και αγαλλιάσθε ενώπιον αυτού. Ταραχθήτωσαν από προσώπου αυτού, του πατρός των ορφανών, του κριτού των χηρών· ο Θεός εν τόπω αγίω αυτού. Ο Θεός κατοικίζει μονοτρόπους εν οίκω, εξάγων πεπεδημένους εν ανδρεία, ομοίως τους παραπικραίνοντας, τους κατοικούντας εν τάφοις. Ο Θεός, εν τω εκπορεύεσθαι σε ενώπιον του λαού σου, εν τω διαβαίνειν σε εν τη ερήμω. Γη εσείσθη και γαρ οι ουρανοί έσταξαν από προσώπου του Θεού του Σινά, από προσώπου του Θεού Ισραήλ. Βροχήν εκούσιον αφοριείς, ο Θεός, τη κληρονομία σου· και ησθένησε, συ δε κατηρτίσω αυτήν. Τα ζώα σου κατοικούσιν εν αυτή· ητοίμασας εν τη χρηστότητι σου τω πτωχώ, ο Θεός. Κύριος δώσει ρήμα τοις ευαγγελιζομένοις δυνάμει πολλή. Ο βασιλεύς των δυνάμεων του αγαπητού, τη ωραιότητι του οίκου διελέσθαι σκύλα. Εάν κοιμηθήτε αναμέσον των κλήρων, πτέρυγες περιστεράς· περιηργυρωμέναι και τα μετάφρενα αυτής εν χλωρότητι χρυσίου. Εν τω διαστέλλειν τον Επουράνιον βασιλείς επ΄αυτής χιονωθήσονται εν Σελμών, Όρος του Θεού, όρος πίον, όρος τετυρωμένον, όρος πίον. Ινατί υπολαμβάνετε όρη τετυρωμένα, το όρος, ό ευδόκησεν ο Θεός κατοικείν εν αυτώ; και γαρ ο Κύριος κατασκηνώσει εις τέλος. Το άρμα του Θεού μυριοπλάσιον, χιλιάδες ευθηνούντων. Κύριος εν αυτοίς εν Σινά ην, εν τω αγίω. Αναβάς εις ύψος, ηχμαλώτευσας αιχμαλωσίαν, έλαβες δόματα εν ανθρώποις· και γαρ απειθούντας του κατασκηνώσαι. Κύριος ο Θεός ευλογητός, ευλογητός Κύριος ημέραν καθ΄ημέραν· κατευοδώσαι ημίν Θεός των σωτηρίων ημών. Ο Θεός ημών, ο Θεός του σώζειν· και του Κυρίου Κυρίου αι διέξοδοι του θανάτου. Πλήν ο Θεός συνθλάσει κεφαλάς εχθρών αυτού, κορυφήν τριχός διαπορευομένων εν πλημμελείαις αυτών. Είπε Κύριος· εκ Βασάν επιστρέψω, επιστρέψω εν βυθοίς θαλάσσης. ΄Οπως αν βαφή ο πους σου εν αίματι, η γλώσσα των κυνών σου εξ εχθρών παρ΄αυτού. Εθεωρήθησαν αι πορείαι σου, ο Θεός, αι πορείαι του Θεού μου του βασιλέως του εν τω αγίω. Προέφθασαν άρχοντες, εχόμενοι ψαλλόντων, εν μέσω νεανίδων τυμπανιστριών. Εν εκκλησίαις ευλογείτε τον Θεόν, Κύριον εκ πηγών Ισραήλ. Εκεί Βενιαμίν νεώτερος εν εκστάσει, άρχοντες Ιούδα ηγεμόνες αυτών, άρχοντες Ζαβουλών, άρχοντες Νεφθαλείμ. 'Εντειλαι ο Θεός, τη δυνάμει σου· δυνάμωσον ο Θεός, τούτο, ο κατειργάσω εν ημίν. Από του ναού σου επί Ιερουσαλήμ, σοι οίσουσι βασιλείς δώρα. Επιτίμησον τοις θηρίοις του καλάμου, η συναγωγή των ταύρων εν ταις δαμάλεσι των λαών του μη αποκλεισθήναι τους δεδοκιμασμένους τω αργυρίω· διασκόρπισον έθνη τα τους πολέμους θέλοντα. 'Ηξουσι πρέσβεις εξ Αιγύπτου, Αιθιοπία προφθάσει χείρα αυτής τω Θεώ. Αι βασιλείαι της γης, άσατε τω Θεώ, ψάλατε τω Κυρίω, τω επιβεβηκότι επί τον ουρανόν του ουρανού κατά ανατολάς· ιδού δώσει τη φωνή αυτού φωνήν δυνάμεως. Δότε δόξαν τω Θεώ· επί τον Ισραήλ η μεγαλοπρέπεια αυτού και η δύναμις αυτού εν ταις νεφέλαις. Θαυμαστός ο Θεός εν τοις αγίοις αυτού· ο Θεός Ισραήλ, αυτός δώσει δύναμιν και κραταίωσιν τω λαώ αυτού. Ευλογητός ο Θεός.

 

Δόξα.... Και νυν.... Αλληλούια.

 

Ψαλμός ΞΗ΄.68

 

Σώσον με, ο Θεός, ότι εισήλθοσαν ύδατα έως ψυχής μου. Ενεπάγην εις ιλύν βυθού και ουκ έστιν υπόστασις· ήλθον εις τα βάθη της θαλάσσης και καταιγίς κατεπόντισε με. Εκοπίασα κράζων, εβραγχίασεν ο λάρυγξ μου, εξέλιπον οι οφθαλμοί μου από του ελπίζειν με επί τον Θεόν μου. Επληθύνθησαν υπέρ τας τρίχας της κεφαλής μου οι μισούντες με δωρεάν· εκραταιώθησαν οι εχθροί μου, οι εκδιώκοντες με αδίκως· ά ουχ ήρπασα, τότε απετίννυον. Ο Θεός, συ έγνως την αφροσύνην μου και αι πλημμέλειαι μου από σου ούκ απεκρύβησαν. Μη αισχυνθείησαν επ΄εμέ οι υπομένοντες σε, Κύριε, Κύριε των δυνάμεων· μηδέ εντραπείησαν επ΄εμέ οι ζητούντες σε, ο Θεός του Ισραήλ. Ότι ένεκα σου υπήνεγκα ονειδισμόν, εκάλυψεν εντροπή το πρόσωπον μου. Απηλλοτριωμένος εγενήθην τοις αδελφοίς μου και ξένος τοις υιοίς της μητρός μου. Ότι ο ζήλος του οίκου σου κατέφαγε με και οι ονειδισμοί των ονειδιζόντων σε επέπεσον επ΄εμέ. Και συνεκάλυψα εν νηστεία την ψυχήν μου και εγενήθη εις ονειδισμούς εμοί. Και εθέμην το ένδυμα μου σάκκον και εγενόμην αυτοίς εις παραβολήν. Κατ΄εμού ηδολέσχουν οι καθήμενοι εν πύλαις και εις εμέ έψαλλον οι πίνοντες οίνον. Εγώ δε τη προσευχή μου προς σε, Κύριε· καιρός ευδοκίας· ο Θεός, εν τω πλήθει του ελέους σου επάκουσον μου, εν αληθεία της σωτηρίας σου. Σώσον με από πηλού, ίνα μη εμπαγώ· ρυσθείην εκ των μισούντων με και εκ των βαθέων των υδάτων. Μη με καταποντισάτω καταιγίς ύδατος, μηδέ καταπιέτω με βυθός, μηδέ συσχέτω επ΄εμέ φρέαρ το στόμα αυτού. Εισάκουσον μου, Κύριε, ότι χρηστόν το έλεος σου, κατά το πλήθος των οικτιρμών σου, επίβλεψον επ΄εμέ. Μη αποστρέψης το πρόσωπον σου από του παιδός σου, ότι θλίβομαι, ταχύ επάκουσον μου. Πρόσχες τη ψυχή μου και λύτρωσαι αυτήν· ένεκα των εχθρών μου ρύσαι με. Συ γαρ γινώσκεις τον ονειδισμόν μου και την αισχύνην μου και την έντροπην μου· εναντίον σου πάντες οι θλίβοντες με. Ονειδισμόν προσεδόκησεν η ψυχή μου και ταλαιπωρίαν· και υπέμεινα συλλυπούμενον και ουχ υπήρξε· και παρακαλούντας και ουχ εύρον. Και έδωκαν εις το βρώμα μου χολήν και εις την δίψαν μου επότισαν με όξος. Γενηθήτω η τράπεζα αυτών ενώπιον αυτών εις παγίδα και εις ανταπόδοσιν και εις σκάνδαλον. Σκοτισθήτωσαν οι οφθαλμοί αυτών του μη βλέπειν και τον νώτον αυτών διαπαντός σύγκαμψον. ΄Εκχεον επ΄αυτούς την οργήν σου και ο θυμός της οργής σου καταλάβοι αυτούς. Γενηθήτω η έπαυλις αυτών ηρημωμένη και εν τοις σκηνώμασιν αυτών μη έστω ο κατοικών. Ότι, όν συ επάταξας, αυτοί κατεδίωξαν και επί το άλγος των τραυμάτων μου προσέθηκαν. Πρόσθες ανομίαν επί τη ανομία αυτών και μη εισελθέτωσαν εν δικαιοσύνη σου. Εξαλειφθήτωσαν εκ βίβλου ζώντων και μετά δικαίων μη γραφήτωσαν. Πτωχός και άλγων ειμί εγώR η σωτηρία σου, ο Θεός, αντιλάβοιτο μοι. Αινέσω το όνομα του Θεού μετ΄ωδής, μεγαλυνώ αυτόν εν αινέσει. Και αρέσει τω Θεώ υπέρ μόσχον νέον, κέρατα εκφέρονται και οπλάς. Ιδέτωσαν πτωχοί και ευφρανθήτωσαν· εκζητήσατε τον Θεόν και ζήσεται η ψυχή ημών. Ότι εισήκουσε των πενήτων ο Κύριος και τους πεπεδημένους αυτού ούκ εξουδένωσε. Αινεσάτωσαν αυτόν οι ουρανοί και η γη, θάλασσα και πάντα τα έρποντα εν αυτή. Ότι ο Θεός σώσει την Σιών και οικοδομηθήσονται αι πόλεις της Ιουδαίας και κατοικήσουσιν εκεί και κληρονομήσουσιν αυτήν. Και το σπέρμα των δούλων σου καθέξουσιν αυτήν και οι αγαπώντες το όνομα σου κατασκηνώσουσιν εν αυτή.

 

Ψαλμός ΞΘ΄.69

 

Ο Θεός, εις την βοήθειαν μου πρόσχες· Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου· αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοι μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντες μοι Εύγε, εύγε! Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σοι πάντες οι ζητούντες σε, ο Θεός και λεγέτωσαν διαπαντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριον σου. Εγώ δε πτωχός ειμί και πένης· ο Θεός, βοήθησον μοι· βοηθός μου και ρύστης μου ει συ, Κύριε· μη χρονίσης.

 

Δόξα.... Και νυν.... Αλληλούια

 

Ψαλμός Ο΄.70

 

Επι σοί, Κύριε, ήλπισα· μη καταισχυνθείην εις τον αιώνα. Εν τη δικαιοσύνη σου ρύσαι με και εξελού με· κλίνον προς με το ους σου και σώσον με. Γενού μοι εις Θεόν υπερασπιστήν και εις τόπον οχυρόν του σώσαι με· ότι στερέωμα μου και καταφυγή μου ει συ. Ο Θεός μου, ρύσαι με εκ χειρός αμαρτωλού, εκ χειρός παρανομούντος και αδικούντος. Ότι συ ει η υπομονή μου, Κύριε· Κύριε, η ελπίς μου εκ νεότητος μου. Επί σε επεστηρίχθην από γαστρός, εκ κοιλίας μητρός μου συ μου ει σκεπαστής· εν σοι η ύμνησις μου δια παντός. Ωσεί τέρας εγενήθην εν πολλοίς και συ βοηθός μου κραταιός. Πληρωθήτω το στόμα μου αινέσεως, όπως υμνήσω την δόξαν σου, όλην την ημέραν την μεγαλοπρέπειαν σου. Μη απορρίψης με εις καιρόν γήρως· εν των εκλείπειν την ισχύν μου μη εγκαταλίπης με. Ότι είπον οι έχθροι μου εμοί και οι φυλάσσοντες την ψυχήν μου εβουλεύσαντο επί το αυτό. Λέγοντες· ο Θεός εγκατέλιπεν αυτόν· καταδιώξατε και καταλάβετε αυτόν, ότι ούκ έστιν ο ρυόμενος. Ο Θεός μου, μη μακρύνης απ΄εμού· ο Θεός μου, εις την βοήθειαν μου πρόσχες. Αισχυνθήτωσαν και εκλιπέτωσαν οι ενδιαβάλλοντες την ψυχήν μου· περιβαλλέσθωσαν αισχύνην και εντροπήν οι ζητούντες τα κακά μοι. Εγώ δε διαπαντός ελπιώ επι σε και προσθήσω επί πάσαν την αίνεσιν σου. Το στόμα μου αναγγελεί την δικαιοσύνην σου, όλην την ημέραν την σωτηρίαν σου· ότι ούκ έγνων γραμματείας. Εισελεύσομαι εν δυναστεία Κυρίου, Κύριε, μνησθήσομαι της δικαιοσύνης σου μόνου. Ο Θεός μου, ά εδίδαξας με εκ νεότητος μου και μέχρι του νυν απαγγελώ τα θαυμάσια σου. Και έως γήρως και πρεσβείου, ο Θεός μου, μη εγκαταλίπης με· έως αν απαγγείλω τον βραχίονα σου τη γενεά πάση τη ερχομένη. Την δυναστείαν σου και την δικαιοσύνην σου, ο Θεός, έως των υψίστων, ά εποίησας μοι μεγαλεία. Ο Θεός, τίς όμοιος σοι; ΄Οσας έδειξας μοι θλίψεις πολλάς και κακάς· και επιστρέψας παρεκάλεσας με και εκ των αβύσσων της γης πάλιν ανήγαγες με. Και γαρ εγώ εξομολογήσομαι σοι εν λαοίς, Κύριε, εν σκεύεσι ψαλμού την αλήθειαν σου, ο Θεός· ψαλώ σοι εν κιθάρα, ο άγιος του Ισραήλ. Αγαλλιάσονται τα χείλη μου, όταν ψάλω σοι και η ψυχή μου, ήν ελυτρώσω. ΄Ετι δε και η γλώσσα μου όλην την ημέραν μελετήσει την δικαιοσύνην σου, όταν αισχυνθώσι και εντραπώσιν οι ζητούντες τα κακά μοι.

 

 

 

 

 

 

ΕΠΙΣΤΡΟΦΗ